ὥςτε εὐλόγως νύκτα διὰ παντὸς εἶναι παρ’ αὐτοῖς καὶ σκότος. ὅταν μὲν γὰρ ὑπὲρ γῆν ὑπάρχῃ ὁ ἥλιος, σκότος ἐστὶ παρ’ αὐτοῖς διὰ τὴν παχυμέρειαν τῶν νεφῶν, ὅταν δ’ ὑπὸ τὸν ὁρίζοντα ὁ ἥλιος ᾖ, διὰ τὴν φυσικὴν ἀνάγκην νύξ ἐστι παρ’ αὐτοῖς, ὥςτε διὰ παντὸς ἀφώτιστον αὐτῶν εἶναι τὴν οἴκησιν. τοῦτο οὖν, φησί, τὸ λεγόμενόν ἐστιν ὑπὸ τοῦ ποιητοῦ· ,,οὐδέ ποτ’ αὐτοὺς ἠέλιος φαέθων ἐπιδέρ. κεται ἀκτίνεσσιν." εἰ μὲν οὖν ταῦτ’ ἐνθυμεῖται Ὅμηρος, ἕτερος ἔστω λόγος.