ἀλλ’ ὁ μὲν Κριὸς βόρειος ἀνατέλλει καὶ δύνει· [ἐκ] τοῦ γὰρ ἰσημερινοῦ κύκλου πρὸς ἄρκτους κεῖται· ὁ δὲ Ζυγὸς νότιος καὶ ἀνατέλλει καὶ δύνει· τοῦ γὰρ ἰσημερινοῦ κύκλου πρὸς μεσημβρίαν κεῖται. πῶς οὖν δύναται Κριὸς Ζυγῷ κατὰ συζυγίαν εἶναι; ἐκ διαφόρων γὰρ τόπων ἀνατέλλουσιν, » ὁμοίως δὲ καὶ δύνουσιν. οὐ δύναται οὖν ταῦτα τὰ ζῴδια ὑπὸ τῶν αὐτῶν παραλλήλων ἐμπεριέχεσθαι κύκλων.