(2) περὶ δὲ ὧν ἐπέστειλας ἡμῖν σὺ μὲν εὖ ποιεῖς ἐπιστέλλων ἃ δοκεῖς ἡμῖν εἰδέναι διαφέρειν· ἴσθι μέντοι μηδὲν μᾶλλον ἡμῖν ὧν νῦν Ἀγάθων ἢ Μέσατος λέγει μέλον ἢ τῶν Ἀριστοφάνους φληναφημάτων οἶσθά ποτε μέλον. καὶ τούτοις γε ἂν ἀδικήσαις ἡμᾶς εἰς τὰ μάλιστα ἀποκρινάμενός ποτε, κἂν ὅλως μὴ παυομένους τῆς ἀναγωγίας αὐτοὺς ὁρᾷς. ἢν μέντοι τις τῶν ἀξίων περὶ Εὐριπίδου λέγειν τι ἢ ἀκούειν αἰτιᾶται ἡμᾶς τῆς πρὸς Ἀρχέλαον ὁδοῦ, ἃ μὲν τὸ πρόσθεν εἴπομεν περὶ τοῦ μὴ δεῖν εἰς Μακεδονίαν ἡμᾶς ἀποδημεῖν ἐπιστάμενος, ἃ δὲ μετὰ ταῦτα ἡμᾶς ἀπηνάγκασε βαδίσαι ἀγνοῶν, τοῦτον δὲ ἄξιον νόμιζε δηλοῦν αὐτῷ ἅπερ οἶσθα, ὦ Κηφισοφῶν, καὶ οὕτω πεπαύσεται ἀγνοῶν τὰς αἰτίας καὶ ἅμα, ὅπερ εἰκός ἐστι τὸν ἀγνοοῦντα πάσχειν, καταγινώσκων ἡμῶν ὡς φιλοχρημάτων γενομένων. (3) οὐ γάρ που δὴ πορφύραν καὶ σκῆπτρον φορεῖν ἢ φρούρια λαβόντας ἐν Τριβαλλοῖς ἡγεῖσθαι ὑπάρχους καλουμένους ὀρεχθῆναί τις ἂν φήσειεν ἡμᾶς καὶ διὰ τοῦτο δὴ στείλασθαι τὴν πρὸς Ἀρχέλαον ὁδόν, ἀλλὰ δῆλον ὅτι πλούτου ἕνεκα. εἶτα πῶς ὃν ὅτε νέοι τε καὶ ὅτε μέσοι τὴν ἡλικίαν ἦμεν, καὶ ὃν ἔτι ζώσης ἡμῖν τῆς μητρός, ἧς ἕνεκα ἂν μόνης ἐβουλόμεθα πλουτεῖν, εἴπερ ἄλλως ἐβουλόμεθα, οὐχ ὅπως ἐδιώξαμεν, ἀλλὰ καὶ ἀπεωσάμεθα ἐγκείμενον, τὸν αὐτὸν τοῦτον πλοῦτον ἤδη τηλικοῖσδε οὖσιν ἡμῖν ἱμερτὸν εἶναι εἰκότως ἄν τις νομίσειεν, εἰ μὴ διὰ τοῦτο ἄρα πολλὰ λαβεῖν σὺν ἀδοξίᾳ τέ τινι ἡμετέρᾳ καὶ οὐδὲ ἀπολαύσει ἔτι οὐδεμιᾷ ἐπεθυμήσαμεν, ἵνα ἐν βαρβάρῳ γῇ ἀποθάνωμεν, καὶ ἵνα πλείονα Ἀρχελάῳ καταλίπωμεν χρήματα;