(4) ἔτι γε μὴν καὶ τὸ τοὺς ἁπανταχόθι τιμῆς καὶ λόγου τινὸς τῶν Ἑλλήνων ἀξίους καὶ μάλιστα τοὺς κατὰ τὰς τέχνας σπουδαζομένους καὶ πάλιν αὖ μάλιστα τούτων ἁπάντων τοὺς ποιεῖν ἢ λέγειν τι κατὰ παιδείαν δυναμένους μετακαλεῖσθαί σε πανταχόθεν καὶ χορηγίαις τῶν ἐπιτηδείων ἀφθόνοις καὶ ταῖς ἄλλαις φιλοφροσύναις τημελεῖν, ὅπως ἀπαλλαγέντες τῶν ἄλλων φροντίδων ἐπιδιδῶσιν ἀεὶ διὰ σὲ καὶ προίωσιν ἐν ταῖς ἑαυτῶν ἔκαστοι τέχναις, καὶ τούτων ἀναπιμπλάναι τὸν οἶκον, ἀλλὰ μὴ κολάκων καὶ βωμολόχων ἀνθρώπων, καὶ τούτους θεραπεύειν αὐτόν, οὐχ ὑπ’ ἐκείνων θεραπεύεσθαι, μᾶλλον ὁμολογοῦντα, ὥσπερ ἔστι πυνθάνεσθαι πολλάκις, ὅτι ἐπ’ ἐκείνοις μᾶλλόν ἐστι τὸ σὲ εἶναι ὁποῖος εἶ καὶ τὸ τοιοῦτον ὄντα παρὰ τοῖς ἔπειτα ἀνθρώποις λόγου τυχεῖν, ἢ ἐπὶ σοὶ τὸ ἐκείνους εὐτυχεῖν· ἐκείνοις μέν γε, κὰν ὑπολίπωσιν αἱ παρὰ σοῦ δωρεαί, καὶ πλοῦτον αὐτάρκη καὶ δόξαν εἶναι καὶ ̔ἡδονὴν τὰς τέχνας. τίς σ’ οὐκ ἂν ἀγάσαιτο καὶ μακαρίσειε τούτων ἁπάντων, καὶ μάλιστα ὅτι ὁμολον ἤδη καὶ ἴσασι πάντες εἰς τοῦτό σε ἥκοντα τῆς πρὸς τοὺς συνόντας σοι φιλανθρωπίας, ὥστε τὴν μὲν ἰσχὺν καὶ πάνυ σοι συμβάλλεσθαι, τὸ δὲ ὄνομα μηδὲν ἀντιπράσσειν τὸ τοῦ βασιλέως εἰς τὸ στέργεσθαι ὑπὸ τῶν φίλων. ε′. Κηφισοφῶντι. Καὶ ἀφικόμεθα εἰς Μακεδονίαν, ὦ βέλτιστε Κηφισοφῶν, τό τε σῶμα οὐ μοχθηρῶς διατεθέντες καὶ ὡς οἷόν τε μάλιστα ἦν ἐπιεικῶς κομιζόμενοι συντόμως, καὶ ἀπεδέξατο ἡμᾶς Ἀρχέλαος, ὡς εἰκός τε ἦν καὶ προσεδοκῶμεν ἡμεῖς, οὐ δωρεαῖς μόνον, ὧν οὐδὲν ἐχρήζομεν ἡμεῖς, ἀλλὰ καὶ φιλοφροσύναις, ὧν οὐδ’ ἂν εὔξαιτό τις μείζους παρὰ βασιλέων. καὶ κατελάβομεν Κλίτωνα ἐρρωμένον, καὶ ἔστιν ἡμῖν σὺν ἐκείνῳ τὰ πολλὰ καί, ὅταν τύχῃ, σὺν Ἀρχελάῳ ἄμεμπτος ἡ διαγωγή, πρός τε τοῖς ἔργοις οὐδὲν κωλυόμεθα τοῖς τούτων γίγνεσθαι. ἀλλὰ πολὺς μὲν ἔγκειται ὁ Κλίτων, πολὺς δὲ καὶ ὁ Ἀρχέλαος, ἑκάστοτε φροντίζειν τι καὶ ποιεῖν τῶν εἰωθότων ἀναγκάζοντες, ὥστε ἔμοιγε μισθὸν οὐκ ἀηδῆ μὲν οὖν οὐδὲ ἄπονον δοκεῖ Ἀρχέλαος ἀναπράσσεσθαι τῶν τε δωρεῶν, ὧν ἔδωκέ μοι εὐθὺς ἀφικομένῳ, καὶ ὅτι εἱστία με λαμπρότερον ἢ ἐμοὶ φίλον ἦν ἑκάστης ἡμέρας.