(2) καὶ μέμνησο τούτων, ὦ βέλτιστε Ἀρχέλαε, ὅτι τὰ μὲν ἄλλα οὐδὲν πλέον ἢ πολλοὺς πόνους καὶ πολλὰς φροντίδας ἔδωκέ σοι ὁ θεός, ἓν δὲ ἔδωκεν ἀγαθὸν, δύνασθαι εὖ ποιεῖν οὓς ἂν ἐθέλῃς, θέλειν δὲ δεῖ τοὺς ἀξίους. καὶ τὰ μὲν ἄλλα ἐπ’ αὐτῷ βουλομένῳ ἐστὶν ἀφελέσθαι, ἓν δὲ οὐδὲ βουληθείς ποτε ἀφαιρήσεται, τὸ πολλοὺς εὖ πεποιηκέναι. ὥστε εὖ ἴσθι, ὅτι οὐδεμία μείζων ἀνδρὶ γενομένῳ ποτὲ ἐν δυνάμει μεταμέλεια καὶ πολυωδυνία γίγνεται ἢ εἰ διδόντος τοῦ θεοῦ μηδένα ἔδρασεν ἀγαθὸν μηδὲ ἕν, βουλομένῳ δὲ δρᾶν πέπαυται διδοὺς ὁ θεός. ἀλλ’ οὐ σύ γε ἂν τοῦτο πώποτε πάθοις, οὐδὲ ἀνιάσῃ ὅτι οἴχεται ὁ καιρὸς εἰς ἀνθρώπων εὐεργεσίαν ἀνεθεὶς φροῦδος ἤδη καὶ πέπαυται παρὼν ὁ θεός, ἀλλὰ καὶ παρέσται μὲν ἀεὶ καὶ στήσεται κατόπιν ἀξίῳ γε ὄντι καὶ χρωμένῳ ταῖς ἑαυτοῦ χάρισι δεξιῶς. (3) ἀλλὰ δῆτα, κἂν ἐπίσχῃ πνέων, πάντως ἤδη και πόλεις καὶ ἔθνη καὶ ἰδιῶται πολλοὶ καὶ ᾔσθοντο τῆς σῆς δυνάμεως οὐ σὺν κακῷ, καὶ ἔχουσιν ἀπόμοιραν τῆς σῆς εὐπραξίας. καὶ οἱ μὲν πόνοι παύσαιντ’ ἂν ἐκστάντος σοῦ καὶ τὸ κινδυνεύειν καὶ αἱ φροντίδες, τὸ δὲ συνειδὸς ὧν τε ἔπαθον τοῖς παθοῦσι καὶ σοὶ τῷ πεποιηκότι ἀεὶ μενεῖ οὐ μικρὸν οὔτε κτῆμα οὔτε ἀπόλαυσμα, ἀλλὰ ἀρκοῦν τοῦτο καὶ ἐν δυσπραγίαις ἡδονὰς παρέχειν. ταῦτα δὴ παρακελεύομαι πράσσειν τε ἀεὶ καὶ μὴ ἀποκάμνειν, ὥσπερ οὐδ’ ἀποκάμοις ἄν, οὐδ’ ἔστι τις τούτου κόρος, τὰ δ’ ἄλλα πράως ὁμοίως καὶ δεξιῶς χρῆσθαι τῇ παρούσῃ δυνάμει· καὶ γὰρ τοῦτο αὐτὸ οὐκ ἄλλον τινὰ ἀνθρώπων, οὐδ’ ὅστις τεθνήξεσθαι παραχρῆμα μέλλων σοῦ κελεύσαντος ἀφεθῇ, ἐκεῖνον μᾶλλον ἢ σεαυτὸν εὐφρανεῖ τὸ τοιοῦτον εἶναι τὸν τρόπον.