(2) ἐγὼ δὲ πολλὰ μὲν καὶ ἕτερα εἰπεῖν ἔχω, οὐ βούλομαι δέ, ἐπιδεικνὺς ὅσῳ πλείονα ἐκ τούτου σεαυτὸν ὤνησας ἢ ἄλλον τινὰ ἀνθρώπων, δοκεῖν διὰ τοῦτο ἐλάττω σοι χάριν ἔχειν. ὁμολογῶ δὲ αὐτός τε εὖ τὰ μέγιστα πεπονθέναι καὶ πειράσεσθαι τοῦ καλοῦ τούτου ἔργου πολλὰ πάνυ καὶ μεγάλα παρασχεῖν σοι χαριστήρια, ὅτι οὔτε τὸν δείλαιον γέροντα ἐκεῖνον, ὅτε ἠτύχει, τῆς ἐφ’ ἡμῖν οὔτε ἡμᾶς τῆς ἐπὶ σοὶ γενομένης ἐψεύσω ἐλπίδος. δ′. Τῷ αὐτῷ. Καὶ τὰ περὶ τοὺς Πελλαίους, ὦ βέλτιστε Ἀρχέλαε, καὶ πολλὰ ἄλλα πεπολίτευταί σοι καλῶς καὶ πρὸς ἐμὲ καὶ πρὸς ἑτέρους ἐπιεικεῖς τε καὶ σπουδῆς ἀξίους πολλούς, καὶ οὐχ ἧσσον αὐτά, εὖ ἴσθι, ὅσα πρὸς ἄλλους τινάς, ἢ ὅσα πρὸς ἡμᾶς ἰδίᾳ πέπρακταί σοι καλῶς, ἐπιμελές μοι εἰδέναι, οὐ φιλοπράγμονι ὄντι, ἀλλὰ χαίροντι ἐφ’ οἷς εὐδοκιμοῦντα πυνθάνομαί σε, καὶ χάριν σοι οὐκ ἐλάττω ὑπὲρ αὐτῶν ἔχω· οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἔπαθόν τι ἰδίᾳ δεῖν μᾶλλον ἡσθῆναι ἢ ὅτι σε τοιοῦτον ὄντα ἔγνων ἔγωγε νομίζω. ταὐτὸ δὴ τοῦτό μοι περίεστιν ἀπὸ παντὸς ἔργου, ὅ τι ἂν εἰς ὁντινοῦν τῶν ἐπιεικῶν πυνθάνωμαί σε καλῶς πεπολιτευμένον.