6. [3 K.] PAUS. VIII 18, 2 Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί. 7. [7ᵇ K.] PHILOD. de piet. 46ᵇ 7 p. 18 G. τὰς Ἁρπ〈υίας ἁλ〉 ούσας ὑπ〈ὸ τῶν Βορέου παί〉δων . . . 18 Ἐπι〉μενίδη〈ς γὰρ Ὠκε〉ανοῦ καὶ Γ〈ῆς γεννήμα〉τ’ εἶναι, π〈ερὶ δὲ Ῥή〉γιον (?) αὐ〈τὰς φονευθῆ〉ναί (?) φ〈ησιν〉. 8. [4 K.] — — 61ᵇ 1 p. 46 G. 〈ἐπιθέσθαι Τυφῶνα εἰρή〉κα〈σι τῆι βασιλείαι〉 Διός, 〈ὡς Αἰσχύλος〉 ἐν Προ〈μηθεῖ καὶ Ἀ〉κουσίλα〈ος καὶ Ἐπι〉μενίδ〈ης καὶ ἄλλοι〉 πολλοί. 〈παρ’ Ἐπι〉μενίδηι 〈δ’ ἀναβὰς〉 Τυφὼν 〈καθεύδον〉τος Διὸς 〈ἐπὶ τὸ βα〉σίλειον, ἐ〈πικρα〉τήσ〈ας δὲ τῶν πυλῶν〉 καθι〈κέσθαι μὲν ἔσω〉, παρα〈βοηθήσας δὲ〉 ὁ Ζεὺς 〈καὶ τὸ βασίλει〉ον ἰδὼ〉ν ληφθὲν κτεῖ〉ναι λέγ〈εται κεραυνῶι〉. 9. [7ᵃ K.] — — 92, 24 p. 43 G. καὶ τὰς Ἁρπυίας τὰ μῆ〈λα φ〉υλάττειν Ἀκο〈υσίλ〉αος, Ἐ. δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν. 10. PLUT. Sol. 12 [über Epimenides, nach A 4 II 187, 26] τὸ δὲ μέγιστον ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνιχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον εἰπεῖν πρὸς τοὺς παρόντας, ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἄνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον [s. II 186, 9] .