24. [ERATOSTH.] catast. 27 Αἰγοκέρως. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου γὰρ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι· ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, καθάπερ Ἐ. ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῆι Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν· οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχὴν [Zeus] ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ 〈τὸ〉 τὸν κόχλον 〈εὑρεῖν〉 ἐν τῆι θαλάσσηι παράσημον ἔχει ἰχθύος 〈οὐραν). Vgl. 67 B 8. DIOD. XII 70.