16. [7 M., 6 K.] — Rhes. 36 Ἐ. δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. SCHOL. THEOCR. AMBR. I 3 Ἐ. δὲ ἐν τοῖς ποιήμασιν αὐτοῦ Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους. 17. [2 M.] SCHOL. PIND. Ol. I 127 Namen der 13 von Oinomaos erschlagenen Freier: τούτωι τῶι ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος [fr. 147 Bz.] καὶ Ἐ. συμμαρτυρεῖ. 18. [1 M.] — — VII 24 Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησιν, Ἐ. δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφ’ ἧς τὴν πόλιν ὠνομάσθαι. 19. [2 K.] SCHOL. SOPHOC. Oed. Col. 42 Ἐ. Κρόνου φησὶ τὰς Εὐμενίδας ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραί τ’ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι. ΚΡΗΤΙΚΑ. 20. DIODOR. v 80 ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι προσσχόντες, ἃ δὲ Δωσιάδηι καὶ Σωσικράτει καὶ Λαοσθενίδαι. Vgl. XII 66-77.