11. — def. orac. 1 p. 409 E ἀετούς τινας ἢ κύκνους . . . μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν· οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης· εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος. 12. [5 Müller FHG IV 405] SCHOL. APOLL. RHOD. II 1122 τούτους [Söhne des Phrixos] δὲ Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις [fr. 152 Rz.²] φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν αὐτοὺς τέσσαρας· Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον. Ἐ. δὲ πέμπτον προστίθησι Πρέσβωνα. 13. [4 M.] SCHOL. APOLL. RHOD. III 242 Ἐ. δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. 14. [8 K., 3 M.] — IV 57 Ἐ. δὲ αὐτὸν [Endymion] παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν. 15. [6 M.] SCHOL. EURIP. Phoen. 13 Ἐ. Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν [Laios] γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα.