1. PAUL. ad Tit. 1, 12 εἶπέν τις ἐξ αὐτῶν [Kreter] , ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. CLEM. Str. I 59 (II 37, 21 St.) τὸν δὲ ἕβδομον [Weisen] οἱ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα [ὃν Ἑλληνικὸν οἶδε προφήτην], οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι [folgt Zitat] . Aus dessen Quelle HIERON. comm. in ep. ad Tit. VII 606 Migne dicitur autem iste versiculus in Epimenidis Cretensis poetae Oraculis reperiri . . . denique ipse liber Oraculorum titulo praenotatur. Vgl. ep. 70 [I 666 M.] , wo er zufügt: cuius heroici hemistichium postea Callimachus usurpavit [ h. 1, 8 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί]. MAXIM. TYR. e. 38 (p. 439, 14 Hobein = c. 22 p. 224 Dav.) ἦλθεν Ἀθήναζε καὶ ἄλλος Κρὴς ἀνὴρ ὄνομα Ἐ.· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον· ἀλλ’ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλ’ ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. c. 10 (p. 110, 13 H. = c. 28 p. 286 Dav.) ἀφίκετό ποτε Ἀθήναζε ἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαι χαλεπόν· 〈μέσης γὰρ〉 ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος ὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις καὶ Ἀληθείαι καὶ Δίκηι. 2. [5 Kern de Orph. cet. theog. p. 64] AEL. n. anim. XII 7 καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασ’ ἀπεσείσατο θῆρα λέοντα· ἐν Νεμέαι δ’ ἄγχουσ’ αὐτὸν διὰ πότνιαν Ἥραν 〈θείη ἴς ἐδάμασσε βίης Ἡρακληείης〉. [S. 46 A 77]. HERODOROS b. Tatian. 28 πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ’ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν [n. τὴν σελήνην] κατεληλυθέναι τε ἀπ’ αὐτῆς λέοντα τὸν ὑφ’ Ἡρακλέους φονευθέντα; Vgl. 66 A 13ᵃ. 3. ARIST. pol. A 2. 1252ᵇ 13 ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους. 4. — rhet. Γ 17. 1418ᵃ 21 τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἔ. ὁ Κρής· ἐκεῖνος [?] γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, ἀδήλων δέ. 5. [1 K.] DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... , ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπ’ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι . . ., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. depiet. 47ᵃ, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην [näml. ἀναφερομένοις ἔπεσιν] ἐξ’ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ’ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν 〈λέγων〉· ’Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν’ [Ξ 201] . 〈ἕτερός〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.