Λέων. Τῷ δʼ ὑπόκει θ᾿ Ἑλλὰς Φρυγίη δʼἅμα καὶ στόμα Πόντου. Παρθένος. δʼ ὕπο πᾶσα Ῥόδος καὶ Κυκλάδες ἄμμιγα νῆσοι, καὶ δρυὸς ὠγυγίης ἄκῤ Ἀρκάδες ἄνδρες ἔδοντες, καὶ βαθυδινήταο μέγας ῥόος Ὠκεανοῖο, καὶ κλίμʼ Ἀχαιικὸν ἔσκε Λακωνίδος ἠδὲ Λακώνων. Ζυγός. κλίμα Κυρήνης ὑπὸ χηλαῖς, Ἰταλίη χώρη τε πέλει πλάστιγγας ὑπʼ αὐτάς. Σκορπίος. ὑπὸ δʼ αὐτῷ ἔπλετο πᾶσα Καρχηδὼν Τυρίης Διδοῦς ὕπο δωμηθεῖσα, Ἄμμωνος Λιβύη, σύν τʼ οἴδματι Σικελίη χθών. Τοξότης. Ἔστρωται δʼ ὑπὸ τῷδε βαθυπλούτων κλίμα Γάλεων, καὶ Κρήτη Κρονίδαο Διὸς τροφός, ᾗχί τε μύστης ἁρπαγίμης ὑμέναιος ἔφυ κρατερῆς Εὐρώπῃς· τῷ δʼ ὕπο Κιμμερίη τέταται χθὼν ἡ πανέρημος. Ἐκ τῶν τοῦ αὐτοῦ Δωροθέου περὶ ὁρίων.