<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1337.tlg003.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p>Κριός.</p><p>Ἓ δʼ ὁρίων ἐπέχει μοίρας Φαέθων ἐνὶ τούτῳ
τὰς πρώτας, μετέπειτα δʼ ἴσας λάχεν ἡ Κυθέρεια,
ὀκτὼ δὲ Στίλβων τρίτατος, Πυρόεις δέ τε πέντε·
<lb n="25"/> τὰς δʼ ὑπολειπομένας ἔλαχεν Φαίνων ἴσα Θούρῳ.</p></div><div type="textpart" subtype="section" n="12"><p>Ταῦρος.</p><p>Ὀκτὼ δʼ ἔλλαχε τὰς πρώτας μοίρας Κυθέρεια
ἐν τούτῳ· Στίλβων δὲ μετʼ αὐτὴν ἔλλαχε μοίρας
δὶς τρεῖς, καὶ Φαέθων ἔλαχʼ ὀπτώ, πέντε δὲ Φαίνων·
τὰς δʼ ὑπολειπομένας ἔλαχεν Πυρόεις μετὰ τούσδε.</p></div><div type="textpart" subtype="section" n="13"><p>Δίδυμοι.</p><lb n="30"/><p>Στίλβων ἐν τούτῳ προτέρας ἓξ ἔλλαχε μοίρας,
τὰς δʼ ἴσας Φαέθων, τριτάτη Παφίη λάχε πέντε,
ἑπτὰ δὲ θοῦρος Ἄρης, ἓξ δʼ αὖ Φαίνων μετέπειτα.</p></div><div type="textpart" subtype="section" n="14"><p>Καρκίνος.</p><p>Ἑπτὰ δὲ τὰς προτέρας ὁρίων μοίρας λάχε Θοῦρος
ἐν τούτῳ, μετέπειτα καὶ ἓξ λάχεν ἡ Κυθέρεια,
<lb n="35"/> τὰς δʼ ἴσας Ἑρμῆς, φαέθων Ζεὺς ἑπτὰ μετʼ αὐτόν,
δὶς δὲ δύω πυμάτας ἔλαχε Κρόνος ἀγκυλομήτης.</p></div><div type="textpart" subtype="section" n="15"><p>Δέων.</p><p>Ἓξ δʼ ἐπέχει Φαέθων προτέρας μοίρας ἐνὶ τούτῳ,

<pb n="115"/>
πέντε δʼ ἔχει Παφίη· Φαίνων δʼ ἔχει ἑπτὰ μετ᾿ αὐτήν,
ἓξ δʼ ἔχει Ἑρμείας, πυμάτας δʼ ἓξ ἔλλαχεν Ἄρης.</p></div></div></body></text></TEI>