ΕΚ ΤΩΝ ΔΩΡΟΘΕΟΥ. Ἡφαιστίωνος τοῦ Θηβαίου ἐκ τοῦ πρώτο περὶ τῶν καταρχῶν: ἐκ τῶν Δωροθέου. Κριός. Ἀρχαίη Βαβυλὼν Τυρίου Βήλοιο πόλισμα, ὕστατα δʼ Ἀρραβίης, γείτων χθονὸς Αἰγύπτοιο. Ταῦρος. Θηρὶ δʼ ὑπέστρωται κλίμα Μηδικὸν Ἀρραβίη τε, ἠδὲ καὶ εὐβώλοιο καλὸν πέδον Αἰγύπτοιο. Δίδυμοι. Ἔστι δὲ φωνῆεν κλίμα Καππαδοκῶν ὑπὸ τῷδε, ἠδέ τε Περαιβῶν καὶ Φοινίκων θεοτεύκτων. Καρκίνος. Τῷ δʼ ὕπο Θρηίκων τε καὶ Αἰθιόπων κλίμα κεῖται.