Ὑμεῖς μὲν ἐμοῦ φυγὴν κατεψηφίσασθε, ἐγὼ δὲ ὑμῶν μονήν. οἰκήσετε οὖν διὰ τοῦτο ὑμεῖς μὲν Σινώπην, ἐγὼ δὲ Ἀθήνας, τοῦτ’ ἔστιν ὑμεῖς μὲν μετὰ τῶν ἐμπόρων, ἐγὼ δὲ μετὰ Σόλωνος καὶ τῶν τὴν Ἑλλάδα ἠλευθερωκότων ἀπὸ τῶν Μηδικῶν, καὶ ὑμεῖς μὲν Ἡνιόχοις καὶ Ἀχαιοῖς χρώμενοι, ἀνθρώποις ἐκ τοῦ ἐχθροῦ γένους Πανέλλησιν, ἐγὼ δὲ Δελφοῖς καὶ Ἠλείοις, μεθ’ ὧν καὶ θεοὶ πολιτεύονται. (2) ἀλλ’ ὤφελε τοῦτο μὴ νῦν ὑμῖν δόξαι, ἀλλ’ ἔτι πάλαι καὶ ἐπὶ τοῦ πατρὸς Ἱκέτου. νυνὶ δὲ ἓν τοῦτο δέδοικα, μὴ διὰ τὴν πατρίδα ἀπιστηθῶ μέτριος εἶναι. τὸ μὲν οὖν πρὸς ὑμῶν με φυγαδευθῆναι συνηγορεῖ, καὶ πιστεύω αὐτῷ μᾶλλον τοῦ ἑτέρου· κρεῖττον γὰρ παρὰ πολὺ διαβάλλεσθαι πρὸς ὑμῶν ἢ ἐπαινεῖσθαι. ὅμως μέντοι δέδοικα τοῦτο, μή με ὁ κοινὸς περὶ τῆς πατρίδος λόγος βλάψῃ. ἄλλου δέ τινος οὐδεὶς λόγος· κρεῖττον γὰρ ὁπουδήποτε οἰκεῖν ἢ σὺν ὑμῖν οὕτως ἡμῖν προσενεχθεῖσιν.