Aëtius I 7, 17 (DG p. 302ᵇ 15). Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν ( scil. θεὸν ἀπεφήναντο). Sextus adv. math. IX 133. Ζήνων δὲ καὶ τοιοῦτον ἠρώτα λόγον· τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως ⟨τιμῴη⟩· εἰσὶν ἄρα θεοί . ᾧ λόγῳ τινὲς παραβάλλοντες φασί· τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· εἰσὶν ἄρα σοφοί. ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ’ αὐτοὺς σοφοῦ. ἀπαντῶν δὲ πρὸς τὴν παραβολὴν Διογένης ὁ Βαβυλώνιος τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη. τοιούτου γὰρ λαμβανομένου δῆλον ὡς πεφύκασιν εἷναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη. εἰ γὰρ ἅπαξ ποτὲ ἦσαν, καὶ νῦν εἰσίν, ὥσπερ εἰ ἄτομοι ἦσαν, καὶ νῦν εἰσίν. ἄφθαρτα γὰρ καὶ ἀγένητα τὰ τοιαῦτά ἐστι κατὰ τὴν ἔννοιαν τῶν σωμάτων· διὸ καὶ κατὰ ἀκόλουθον ἐπιφορὰν συνάξει ὁ λόγος· οἱ δέ γε σοφοὶ οὐκ ἐπεὶ πεφύκασιν εἷναι, ἤδη καὶ εἰσίν. Philodemus de pietate 15 (DG p. 548ᵇ 14). Δ(ι)ογένης δ’ ὁ Βαβυλώνιος ἐν τῷ περὶ τῆς Ἀθηνᾶς τ(ὸ)ν κ(όσ)μον γράφει τῷ Δ(ιὶ τ)ὸν αὐτὸν ὑπάρ(χει)ν ἢ περιέχε(ιν τὸ)ν Δία κ(αθ)άπε(ρ) ἄνθρωπ(ον ψ)υχή(ν)· καὶ τὸ(ν ἥλι)ον μ(ὲν) Ἀπόλλ(ω, τ)ὴν δ(ὲ σε)λήνη(ν Ἄρ)τ(ε)μι(ν· καὶ) π(αι)δ(αριῶ)δες εἶν(αι) θε(ο)ὺς ἀ(ν)θρωποε(ι)δεῖς λ(έγει)ν καὶ ἀδύνατον. (εἶ)ν(αί) τε τοῦ Διὸς τὸ μὲν εἰς τὴν θάλατταν διατετα(κ)ὸς Ποσειδῶνα, τὸ δ’ εἰς (τ)ὸν ἀέρα Ἥραν, καθάπερ κ(αὶ τὸν Πλά)τωνα λέγειν, ὥσ(τ’ ἐ)ὰν πολλάκις ἀήρ (λ)έγῃ τις ἐρεῖν Ἥ(ρα , τὸ) δ’ εἰς τὸ(ν) α⟨ἰθ⟩έρα Ἀθηνᾶν· τοῦτο γὰρ λέ(γε)σθαι τὸ ἐκ τῆς (κεφα)λῆς καὶ Ζεὺς ἄρρην Ζεὺς θῆλυς . τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κ(ε)φαλῇ· φρόνησιν γὰ(ρ) εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στή(θ)ει τὸ ἡγεμονικὸν (ε)ἶναι κἀκεῖ τὴ(ν Ἀθ)ηνᾶν γεγονένα(ι) φρόνησιν οὖσαν, τῷ (δ)ὲ τ(ὴ)ν φωνὴν ἐκ τῆς (κ)εφαλῆς ἐκκρίνεσθαι (λέ)γειν ἐκ τῆς (κ)εφα(λ)ῆς, ὑπὸ δὲ Ἡ(φ)αίσ(του δι)ότι τ(έ)χνη(ι γί)νεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν ο(ἷ)ον Ἀθ(ρη)νᾶν εἰρῆσθαι, (Τριτω)νίδα δὲ καὶ Τρ(ιτογέν)ειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶ(ν) φ(υσικῶ)ν καὶ τῶ(ν ἠ)θικῶ(ν κ)αὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτ(ῆς προσ)ηγορ(ί)ας καὶ τὰ φορήματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ. Cicero de nat. deor. I 41. quem (scil. Chrysippum) Diogenes Babylonius consequens in eo libro qui inscribitur de Minerva , partum Iovis ortumque virginis ad physiologiam traducens diiungit a fabula. Cicero de divin. I 6. Quem (scil. Chrysippum) subsequens unum librum Babylonius Diogenes edidit, eius auditor (scil. περὶ μαντικῆς ).