<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="26"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 71.</bibl> τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ <q>εἰ</q> συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον <q>εἰ ἡμέρα ἐστί, φῶς ἐστι.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="27"><head xml:lang="lat">II. Physica.</head><p rend="indent"><bibl xml:lang="lat">Philo de incorrupt. mundi 15 p. 248 Bern. p. 25, 3 Cumont.</bibl> (<foreign xml:lang="lat">postquam de Boëtho et Panaetio Stoicis locutus est</foreign>) λεγεται δὲ καὶ Διογένης ἡνίκα νέος ἦν συνεπιγραψάμενος τῷ δόγματι τῆς ἐκπυρώσεως ὀψὲ τῆς ἡλικίας ἐνδοιάσας ἐπισχεῖν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="28"><p rend="indent"><bibl xml:lang="lat">Aëtius II 32, 4 (DG p. 364ᵃ 1)</bibl> (τὸν μέγαν ἐνιαυτόν:) Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ὁ Στωϊκὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθ’ Ἡράκλειτον ἐνιαυτός.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="29"><p rend="indent"><bibl xml:lang="lat">Galenus de Hipp. et Plat. dogm. II 5 p. 201 Mü.</bibl> καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, － － εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν αὐτόν, ἔχει γὰρ ὧδε. <q>Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια.</q> τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· <q>Ὅθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν. τοῦτο δὲ ὁ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν <pb facs="stoicorumveterum03arniuoft_0224"/> τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μὴν κἀκεῖνο ἀληθὲς τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτὸν φασὶν εἶναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην· καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν.</q> τοιοῦτος μέντοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="30"><p rend="indent"><bibl xml:lang="lat">Galen de H. et Plat. dogm. II 8 (110) p. 246 Mü.</bibl> οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδείς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· <q>ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία.</q> － －</p><p rend="indent"><bibl xml:lang="lat">ibid.</bibl> Κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. <q>Τό, φησί, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχικὴ τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι.</q> ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα <foreign xml:lang="lat">etc.</foreign></p><p rend="indent"><foreign xml:lang="lat">paulo post</foreign>: Καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσασι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον καὶ τὸ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα;</p></div></div></body></text></TEI>