<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="21"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 57.</bibl> τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τε ἐν τῷ περὶ φωνῆς καὶ Χρύσιππος· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="22"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 58.</bibl> ἔστι δὲ προσηγορία μέν, κατὰ τὸν Διογένην, μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον <q>ἄνθρωπος</q> <q>ἵππος</q>.</p><p rend="indent">ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης.</p><p rend="indent">ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν, οἷον <q>γράφω</q> <q>λέγω</q>.</p><pb facs="stoicorumveterum03arniuoft_0222"/><p rend="indent">σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου.</p><p rend="indent">ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς· οἷον <q>ὁ, ἡ, τό, οἱ, αἱ, τά</q>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="23"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 62.</bibl> ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαίνουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθ’ ἅμα τινὰ πλείονα ἐκδέξασθαι κατὰ τὴν αὐτὴν λέξιν, οἷον <q>αὐλητρις πέπτωκε</q> δηλοῦται γὰρ δι’ αὐτῆς τὸ μὲν τοιοῦτον <q>οἰκία τρὶς πέπτωκε</q>, τὸ δὲ τοιοῦτον <q>αὐλήτρια πέπτωκε</q>.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="24"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 59.</bibl> ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε. ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή.</p><p rend="indent">ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ.</p><p rend="indent">σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον.</p><p rend="indent">συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος.</p><p rend="indent">πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι.</p><p rend="indent">κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν.</p><p rend="indent">ὁ δὲ βαρβαρισμός, ἐκ τῶν κακιῶν, λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων.</p><p rend="indent">σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="25"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 60.</bibl> γένος δέ ἐστι πλειόνων καὶ ἀναφαιρέτων ἐννοημάτων σύλληψις, οἷον <q>ζῷον</q>· τοῦτο γὰρ περιείληφε τὰ κατὰ μέρος ζῷα.</p><p rend="indent">ἐννόημα δέ ἐστι φάντασμα διανοίας, οὔτε τὶ ὂν οὔτε ποιόν, ὡσανεὶ δὲ τὶ ὂν καὶ ὡσανεὶ ποιόν· οἷον γίνεται ἀνατύπωμα ἵππου καὶ μὴ παρόντος.</p><p rend="indent">εἶδος δέ ἐστι τὸ ὑπὸ γένους περιεχόμενον, ὡς ὑπὸ τοῦ ζῴου ὁ ἄνθρωπος περιέχεται.</p><p rend="indent">γενικώτατον δέ ἐστιν ὃ γένος ὂν γένος οὐκ ἔχει, οἷον τὸ ὄν.</p><p rend="indent">εἰδικώτατον δέ ἐστιν ὃ εἶδος ὂν εἶδος οὐκ ἔχει, ὥσπερ ὁ Σωκράτης.</p><pb facs="stoicorumveterum03arniuoft_0223"/><p rend="indent">διαίρεσις δέ ἐστι γένους ἡ εἰς τὰ προσεχῆ εἴδη τομή, οἷον <q>τῶν ζῴων τὰ μέν ἐστι λογικά, τὰ δὲ ἄλογα.</q></p><p rend="indent">ἀντιδιαίρεσις δέ ἐστι γένους εἰς εἶδος τομὴ κατὰ τοὐναντίον, ὡς ἂν κατὰ ἀπόφασιν, οἷον <q>τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά.</q></p><p rend="indent">ὑποδιαίρεσις δέ ἐστι διαίρεσις ἐπὶ διαιρέσει, οἷον <q>τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά· καὶ τῶν οὐκ ἀγαθῶν τὰ μέν ἐστι κακά, τὰ δὲ ἀδιάφορα.</q></p><p rend="indent">μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρίνις· οἷον· <q>τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.</q></p></div></div></body></text></TEI>