<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="16"><head xml:lang="lat">Fragmenta.</head><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 39.</bibl> Τριμερῆ φασιν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς· － － καὶ Διογένης ὁ Βαβυλώνιος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="17"><head xml:lang="lat">I. Logica.</head><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 55.</bibl> ἔστι δὲ φωνὴ ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς, ὥς φησι Διογένης ὁ Βαβυλώνιος ἐν τῇ περὶ τῆς φωνῆς τέχνῃ. ⟨καὶ⟩ ζῴου μέν ἐστι φωνὴ ἀὴρ ὑπὸ ὁρμῆς πεπληγμένος, ἀνθρώπου δέ ἐστιν ἔναρθρος καὶ ἀπὸ διανοίας ἐκπεμπομένη, ὡς ὁ Διογένης φησίν, ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν τελειοῦται.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="18"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 55.</bibl> καὶ σῶμα δ’ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημος － － καὶ Διογένης καὶ Ἀντίπατρος· πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="19"><p rend="indent"><bibl xml:lang="lat">Simplicius in Aristot. Phys. p. 426, 1 Diels.</bibl> καὶ οἱ ἀέρα δὲ <pb facs="stoicorumveterum03arniuoft_0221"/>πεπληγμένον τὴν φωνὴν ἀποδιδόντες, ὥσπερ Διογένης ὁ Βαβυλώνιος, ἁμαρτάνουσι. σῶμα γὰρ οὕτως ἔσται ἡ φωνή, εἴπερ ἐν γένει τῷ ἀέρι ἐστί, καὶ τὸ πεπονθός, τουτέστι τὸν πεπληγμένον ἀέρα, ἀντὶ τοῦ πάθους, ὅπερ ἐστὶν ἡ πληγή, ἀποδιδόασιν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1320.tlg001.1st1K-grc1" n="20"><p rend="indent"><bibl xml:lang="lat">Diocles Magnes apud Diog. Laërt. VII 56.</bibl> Λέξις δέ ἐστι κατὰ τοὺς Στωϊκούς, ὥς φησιν ὁ Διογένης, φωνὴ ἐγγράμματος, οἷον <q>ἡμέρα</q>.</p><p rend="indent">λόγος δέ ἐστι φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη, ⟨οἷον <q>ἡμέρα ἐστι</q>⟩.</p><p rend="indent">διάλεκτος δέ ἐστι λέξις κεχαραγμένη ἐθνικῶς τε καὶ Ἑλληνικῶς· ἢ λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον, οἷον κατὰ μὲν τὴν Ἀτθίδα <q>θάλαττα</q>, κατὰ δὲ τὴν Ἰάδα <q>ἡμέρη</q>.</p><p rend="indent">τῆς δὲ λέξεως στοιχεῖά ἐστι τὰ εἰκοσιτέσσαρα γράμματα. τριχῶς δὲ λέγεται τὸ γράμμα, ⟨τό τε στοιχεῖον⟩ ὅ τε χαρακτὴρ τοῦ στοιχείου καὶ τὸ ὄνομα, οἷον <q>ἄλφα</q>.</p><p rend="indent">φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά· α, ε, η, ι, ο, υ, ω.</p><p rend="indent">ἄφωνα δὲ ἕξ· β, γ, δ, π, κ, τ.</p><p rend="indent">διαφέρει δὲ φωνὴ καὶ λέξις, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχός ἐστι, λέξις δὲ τὸ ἔναρθρον μόνον.</p><p rend="indent">λέξις δὲ λόγου διαφέρει, ὅτι λόγος ἀεὶ σημαντικός ἐστι, λέξις δὲ καὶ ἀσήμαντος, ὡς ἡ <q>βλίτυρι</q>, λόγος δὲ οὐδαμῶς.</p><p rend="indent">διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει.</p></div></div></body></text></TEI>