Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μια τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν. Mt, 22, 37-39; Mk. 12, 30-31; Lev. 19, 18 Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη: πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν: πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει. Mt. 7, 12; Luke 6, 81