( (1) ) λέγεται δέ τις λόγος οὔτ’ ἀλαθὴς οὔτε ἱκανός· ὅτι ἄρα σοφία καὶ ἀρετὰ οὔτε διδακτὸν εἴη οὔτε μαθητόν. τοὶ δὲ ταῦτα λέγοντες ταῖσδε ἀποδείξεσι χρῶνται· ( (2) ) ὡς οὐχ οἷόν τε εἴη, αἴ τι ἄλλωι παραδοίης, τοῦτο αὐτὸν ἔτι ἔχειν. μία μὲν δὴ αὕτα.