( (14) ) αἴ τις ἀπὸ τῶν δέκα ἓν ἀφέλοι 〈ἢ τοῖς δέκα ἓν ποτθείη〉, οὔ κ’ ἔτι δέκα οὐδὲ ἓν εἴη, καὶ τἆλλα καττωὐτό. ( (15) ) τὸ δὲ τὸν αὐτὸν ἄνθρωπον καὶ ἦμεν καὶ μὴ ἦμεν, ἐρωτῶ· τὶ ἢ τὰ πάντα ἔστιν; οὐκῶν αἴ τις μὴ φαίη ἦμεν, ψεύδεται, 〈τὸ τὶ καὶ〉 τὰ πάντα εἰπὼν ταὐτά. πάντα ὧν πήι ἐστι.