( (16) ) τὸ γὰρ κλέπτεν τὰ τῶν πολεμίων δίκαιον, καὶ ἄδικόν 〈κ’〉 ἀπεδείκνυεν τοῦτο τωὐτό, αἱ κ’ ἀληθὴς 〈ἧς〉 ὁ τήνων λόγος, καὶ τἆλλα καττωὐτό. ( (17) ) τέχνας δὲ ἐπάγονται, ἐν αἷς οὐκ ἔστι τὸ δίκαιον καὶ τὸ ἄδικον. καὶ τοὶ ποιηταὶ οὔ [το] ποτ’ ἀλάθειαν, ἀλλὰ ποτὶ τὰς ἁδονὰς τῶν ἀνθρώπων τὰ ποιήματα ποιέοντι.