( (12) ) ἐν πάλαι ταῦτα· Αἰσχύλου δὲ ταῦτα [ fr. (301). (302) ] ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός. 〈καί·〉 ψευδῶν δὲ καιρὸν ἔσθ’ ὅπου τιμᾶι θεός. ( (13) ) λέγεται δὲ καὶ τῶιδε ἀντίος λόγος, ὡς ἄλλο τὸ δίκαιον καὶ τὸ ἄδικόν ἐστιν, διαφέρον ὥσπερ καὶ τὤνυμα; οὕτω καὶ τὸ πρᾶγμα· ἐπεὶ αἴ τις ἐρωτάσαι τὼς λέγοντας, ὡς τὸ αὐτό ἐστιν ἄδικον καὶ δίκαιον, αἰ ἤδη τι δίκαιον περὶ τὼς γονέας ἔπραξαν, ὁμολογησοῦντι. καὶ ἄδικον ἄρα. τὸ γὰρ αὐτὸ ἄδικον καὶ δίκαιον ὁμολογέοντι ἦμεν.