( (28) ) ἀντὶ δ’ ἄρα τῶν αἰσχρῶν καλὰ ἀπάγοντι; φέρε δή, αἰ ἄρα τις αἰσχρὸν 〈ἄνδρα〉 ἄγαγε τοῦτον δ’ αὖ κα καλὸν ἀπᾶγε; ποιητὰς δὲ μάρτυρας ἐπάγονται, 〈οἳ〉 ποτὶ ἁδονάν, οὐ ποτ’ ἀλάθειαν ποιεῦντι. Περὶ δικαίου καὶ ἀδίκου. ( (1) ) δισσοὶ δὲ λόγοι λέγονται καὶ περὶ τῶ δικαίω καὶ τῶ ἀδίκω. καὶ τοὶ μὲν ἄλλο ἦμεν τὸ δίκαιον, ἄλλο δὲ τὸ ἄδικον· τοὶ δὲ τωὐτὸ δίκαιον καὶ ἄδικον· καὶ ἐγὼ τούτωι πειρασοῦμαι τιμωρέν.