( (10) ) καὶ 〈 τοῖς μὲν〉 τὼς παῖδας μὴ μανθάνειν μωσικὰ καὶ γράμματα καλόν· Ἴωσι δ’ αἰσχρὸν μὴ ἐπίστασθαι ταῦτα πάντα. ( (11) ) Θεσσαλοῖσι δὲ καλὸν τὼς ἵππως ἐκ τὰς ἀγέλας λαβόντι αὐτῶι δαμάσαι καὶ τὼς ὀρέας· βῶν τε λαβόντι αὐτῶι σφάξαι καὶ ἐκδεῖραι καὶ κατακόψαι, ἐν Σικελίαι δὲ αἰσχρὸν καὶ δώλων ἔργα.