( (13) ) τί δέ, τὼς συγγενέας ἤδη τι ἀγαθὸν ἐποίησας; 〈καὶ πολλὰ καὶ μεγάλα〉. τὼς ἄρα συγγενέας κακὸν ἐποίεις . τί δέ, τὼς ἐχθρὼς ἤδη κακὸν ἐποίησας; καὶ πολλὰ καὶ 〈μεγάλα〉. μέγιστα ἄρα ἀγαθὰ ἐποίησας. ( (14) ) ἄγε δή μοι καὶ τόδε ἀπόκριναι. ἄλλο τι ἢ τὼς πτωχὼς οἰκτίρεις, ὅτι πολλὰ καὶ κακὰ ἔχοντι, 〈καὶ〉 πάλιν εὐδαιμονίζεις, ὅτι πολλὰ καὶ ἀγαθὰ πράσσοντι, αἴπερ τωὐτὸ κακὸν καὶ ἀγαθόν;