[XIII 3] ΤΑΚΤΙΚΟΝ. [XIII 3] ΟΠΛΟΜΑΧΙΚΟΝ. APOLLON. Cit. in Hipp. p. 6, 29 Schoene ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεις . καὶ διὰ τούτων φησὶν πάλιν· ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην . Vgl. Erotian. p. 52, 10 Klein. APOLL. DYSC. de pron. p. 92, 20 Schn. αἱ πληθυντικαὶ 〈εἰ〉 καὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρός τε Ἰώνων καὶ Ἀττικῶν ἡμεῖς, ὑμεῖς, σφεῖς, ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον. CLEM. Protr. 68 (I 52, 16 St.). Strom. v103 (II 394, 21). Vgl. 51 A8. τῶν λογίων ἀνθρώπων ὀλίγοι ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες· πάντα〈, φασίν,〉 Ζεὺς μυθεῖται καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται καὶ βασιλεὺς οὗτος τῶν πάντων .