PROCL. in Crat. 16 p. 5,25 Pasqu. ὅτι τῆς Κρατύλου δόξης γέγονε Πυθαγόρας τε καὶ Ἐπίκουρος, Δ. τε καὶ Ἀριστοτέλης τῆς Ἑρμογένους ... p. 6, 10 διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ἠινίττετο [ Pythagoras ], ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ πράγματα οὐκ ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δ’ αὐτῶν εἰκόνας καὶ λόγους οὐσιώδεις διεξοδικοὺς οἷον ἀγάλματα [ vgl. Demokrit B 142 ] τῶν ὄντων ὥσπερ τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη, τοὺς ἀριθμούς· τὸ μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώσκοντος καὶ σοφοῦ, τὸ δ’ ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμουμένης. οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουργεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντῃς καὶ τὴν φύσιν τῶν ὄντων· φύσει ἄρα τὰ ὀνόματα. ὁ δὲ Δ. θέσει λέγων τὰ ὀνόματα διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμωνυμίας· τὰ γὰρ διάφορα πράγματα τῷ αὐτῷ καλοῦνται ὀνόματι· οὐκ ἄρα φύσει τὸ ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμόσουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύνατον· τρίτον ἐκ τῆς τῶν ὀνομάτων μεταθέσεως. διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα, τὸν δὲ Τύρταμον Θεόφραστον μετωνομάσαμεν, εἰ φύσει τὰ ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· διὰ τί ἀπὸ μὲν τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιοσύνης οὐκέτι παρονομάζομεν; τύχῃ ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα πολύσημον, τὸ δὲ δεύτερον ἰσόρροπον, 〈τὸ δὲ τρίτον μετώνυμον〉, τὸ δὲ τέταρτον νώνυμον. [XI 4] ΟNΟΜAΣΤΙΚΩΝ. [ Buchzahl fehlt. ] XII. XIII. ΤΕΧΝΙΚΑ. [XII 1] ΠΡΟΓΝΩΣΙΣ Im Vatic. gr. 2304 s. XV/XVI f. 6r δημοκρίτου ἀβδηρίτου προγνωστικά ( Cap. 1 περὶ οἰδημάτων ) wabrsch. Rückübers. aus d. lat. Traktat Ypocratis Pronostica Democrito summo philosopho. So Sangall. 44 s. IX f. 220. Prognostica Democriti Cod. Augiensis lat. 120 (Karlsruhe, früher Kl. Reichenau) s. IX f. 187v. Pseudhippokr. Schwindelschr. d. r. Kaiserzeit, nicht die Πρόγνωσις, liegt zu Grunde. [XII 2] ΠΕΡΙ ΔΙΑΙΤΗΣ ἢ ΔΙΑΙΤΗΤΙΚΟΝ. Vgl. Hipp. Περὶ διαίτης Anf. [VI 466 L.] εἰ μέν μοί τις ἐδόκει τῶν πρότερον συγγραψάντων περὶ διαίτης ἀνθρωπίνης τῆς πρὸς ὑγίειαν ὀρθῶς ἐγνωκὼς συγγεγραφέναι πάντα διὰ παντός ... ἱκανῶς ἂν εἶχέ μοι ... τούτοισι χρέεσθαι ... νῦν δὲ πολλοὶ μὲν ἤδη συνέγραψαν κτλ. [XII 3] ΙΗΤΡΙΚΗ ΓΝΩΜΗ.