SCHOL. HOM. A zu Η 390 τὸ ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιξομένοις, εἴτε καθ’ ἑαυτὸν καὶ ἠρέμα, ὡς Δ. ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον. EUSTATH. zu ο 376 p. 1784 ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δ. μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδώνιος Δανάην. — zu μ 65 p. 1713 ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς ὁ ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δ. [XI 2] ΠΕΡΙ ΑΙΔΗΣ. [XI 3] ΠΕΡΙ ΡΗΜΑΤΩΝ.