EUSTATH. ad Γ 1 p. 370, 15 τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δ., ὃς καὶ τὸ μῦ μῶ λέγει aus Photius, dessen Glosse μῶ: τὸ μῦ στοιχεῖον Δ. erhalten ist. SCHOL. DIONYS. THRAC. p. 184, 3 ff. Hildeg. τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν . . . παρὰ Δημοκρίτῳ δὲ κλίνονται· λέγει γὰρ δέλτατος καὶ θήτατος. [XI 1] ΠΕΡΙ ΟΜΗΡΟΥ ἢ ΟΡΘΟΕΠΕΙΗΣ ΚΑΙ ΓΛΩΣΣΕΩΝ. Dio 36, 1 [II 109, 21 Arnim] ὁ μὲν Δ. περὶ Ὁμήρου φησὶν οὕτως· Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων’, ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. Vgl. B 18. PORPHYR. quaest. hom. I 274, 9 Schrad. [zu Φ 252] οἱ δὲ κατεψεύσαντο τοῦ ποιητοῦ ὡς μελανόστου ὑφ’ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι καταψευδόμενοι τῆς ἀληθείας.