9. Τούτοις δὲ ἑπομένως καὶ ὁ Κράντωρ παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησί· ταῦτα γὰρ πᾶσα ἡ ἀρχαία αὕτη φιλοσοφία λέγει τε καὶ παρακελεύεται· ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῇ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον, ἄγαν ἀληθές. Καὶ γὰρ εἰ μὴ φύσει τοιοῦτον ἔχει τὸν τρόπον, ὑπό γε ἡμῶν εἰς τοῦτο ἀφῖκται διαφθορᾶς· ἣ τ’ ἄδηλος αὕτη τύχη πόῤῥωθεν ἡμῖν καὶ ἔτι ἀπ’ ἀρχῆς ἡκολούθηκεν, οὐδ’ ἐφ’ ἑνὶ ὑγιεῖ. Φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα. Τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι τε καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵν’ εἰδείημεν, ὅτι καινὸν οὐδὲν ἀτυχεῖν ἀνθρώπῳ, ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν.