<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1287.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1287.tlg001.1st1K-grc1" n="8"><p rend="indent"><label>8.</label> Τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι, τελευτήσαντος υἱοῦ, φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφ’ ἡμῖν. Οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς τὴν ἄγριον ὑμνοῦσι καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν. Ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασώζειν ἀναγκαῖον. Τὸ δὲ πέρα τοῦ μέτρου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη, παρὰ φύσιν εἶναί φημι, καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύτον, λης γίνεσθαι δόξης. Διὸ καὶ τοῦτο μὲν ἐατέον, ὡς βλαβερὸν καὶ φαῦλον, καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον· τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. Μὴ γὰρ νοσοῖμεν, φησὶν ὁ Ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ’ οὖν τέμνοιτό τι τὴν τῶν ἡμετέρων, εἴτ’ ἀποσπῷτο. Τὸ γὰρ ἀνώδυνον τοῦτο οὐκ ἄνευ μεγάλων ἐγγίνεται μισθῶν τῷ ἀνθρώπῳ. Τεθηριῶσθαι γὰρ εἰκός, ἐκεῖ μὲν σῶμα τοιοῦἐνταῦθα δὲ ψυχήν. </p></div></div></body></text></TEI>