11. Τὸ γὰρ μὴ δι’ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας. 12. Πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν, ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον, καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην. 13. Ἀγαθὸν δ’ εἶπαν αὐτὴν [τὴν ὑγείαν] ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου. Δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. Ἔνθεν καὶ ὁ Κράντωρ εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν, πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι. Εἰ γὰρ νοήσαιμεν, φησί, κοινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς. Πρῶτον μὲν γὰρ ὁ Πλοῦτος παραπηδήσας ἐρεῖ· ἐγώ, ὦ ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦραᵃ τῶν πράξεων γίνομαι. Τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱ Πανέλληνες ὁμοθυμαδὸν κελεύσουσινᵇ ἀποδοῦναι τὰ πρωτεῖα τῷ Πλούτῳ. Ἀλλ’ ἐὰν τούτου ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ Ἡδονή, τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἤτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων, λέγῃ δὲ εἰς μέσον καταστᾶσα ὅτι αὐτὴν δίκαιόν ἐστι. ἀναγορεύειν· ὁ γὰρ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφῄμερος ἐξίπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον, διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι’ ἑαυτὸν ἀλλὰ τὴν ἐξ αὐτοῦ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν, πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν. Ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι μελλούσης, ἐπὴν εἰσάβλλῃ ἡ Ὑγεία μετὰ τῶν συνέδρων αὐτῇ θεῶν ᵉ, καὶ διδάσκῃ ὡς οὔτε Ἡδονῆς οὔτε Πλούτου ὄφελός τι ἐστιν ἀπούσης αὐτῆς; τί γὰρ με πλοῦτος ὠφελεῖ νοσοῦντά γε; μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπον οἰκεῖν βίοτον ἡ πλουτῶν νοσεῖν, ἀκούσαντες πάλιν οἱ Πανέλληνες καὶ καταλαβόντες ὡς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν Ὑγείαν. Ἀλλὰ καὶ τῆς Ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ Ἀνδρία πολὺ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγῃ· ἐμοῦ μὴ παρούσης, ὦ ἄνδρες Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἂν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ Ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ Ὑγείᾳ, τὰ δὲ τρίτα τῇ Ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν Πλοῦτον. Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοιςᵍ φιλοσόφοις. 14. Οὐκ ἔστι πενίας οὐδὲν ἀθλιώτερον ἐν τῷ βίῳ σύμπτωμα· καὶ γὰρ ἂν φύσει σπουδαῖος ᾖς, πένης δέ, κατάγελως ἔσει. 15. Τὸ γὰρ διάφορον καὶ φρονίμους πάντας ποιεῖ, τὸ σωφρονεῖν δ’ ἔνεστιν ἐν τούτῳ μόνῳ.