10. Τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. Εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δ’ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ· τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μή ποτ’ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπ’ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. Ἀποροῦντα δέ, ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον· προθυσάμενον δέ, ὡς νόμος, ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. Δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ· ἰδόντα δέ, διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι, συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. Καὶ τὸν ἐπὶ τούτῳ ἥκω, φάναι· ἀλλὰ δέξαι παρὰ τοῦδε ἅ σοι φέρει· ἐκ γὰρ τούτων ἅπαντ’ εἴσῃ, ὧν πέρι λυπῇ. Εἶναι δ’, ὃν ἐσήμαινε, νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ, καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. Ἐρέσθαι οὖν, ὅστις εἴη, καὶ τὸν φάναι· δαίμων τοῦ υἱέος σου· καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. Ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα· ἤρου, νήπιε; ἠλίθιαι δειλῶν φρένες ἀνδρῶν· Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ, οὔτε γονεῦσι.