1. Τὸν περὶ τῶν Ἀτλαντίνων σύμπαντα τοῦτον λόγον οἱ μὲν ἱστορίαν ψιλὴν εἶναί φασιν, ὥσπερ ὁ πρῶτος τοῦ Πλάτωνος ἐξηγητὴς Κράντωρ· ὃς δὴ καὶ σκώπτεσθαι μέν φησιν αὐτὸν ὑπὸ τῶν τότε ὡς οὐκ αὐτὸν ὄντα τῆς πολιτείας εὑρετὴν ἀλλὰ μεταγράψαντα τὰ Αἰγυπτίων. Τὸν δὲ τοσοῦτον ποιήσασθαι τῶν σκωπτόντων λόγον, ὥστε ἐπὶ Αἰγυπτίους ἀναπέμψαι τὴν περὶ Ἀθηναίων καὶ Ἀτλαντίνων ταύτην ἱστορίαν, ὡς τῶν Ἀθηναίων κατὰ ταύτην ζησάντων ποτὲ τὴν πολιτείαν. Μαρτυροῦσι δὲ καὶ οἱ προφῆται, φησί, τῶν Αἰγυπτίων, ἐν στήλαις ταῖς ἔτι σωζομέναις ταῦτα γεγράφθαι λέγοντες. Οἱ δέ φασιν αὐτὴν μῦθον εἶναι. 2. Οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταί φασι γενητὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπ’ αἰτίας ἄλλης παραγόμενον καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυπόστατον. 3. Οἱ δὲ Κράντορι τῷ Σολιεῖ προσέθεντο μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως. 4. Οἱ δὲ περὶ τὸν Κράντορα μάλιστα τῆς ψυχῆς ἴδιον ὑπολαμβάνοντες ἔργον εἶναι τὸ κρίνειν τά τε νοητὰ καὶ τὰ αἰσθητά, τάς τε τούτων ἐν αὐτοῖς καὶ πρὸς ἄλληλα γινομένας διαφορὰς καὶ ὁμοιότητας, ἐκ πάντων φασίν, ἵνα πάντα γινώσκῃ, συγκεκρᾶσθαι τὴν ψυχήν· ταῦτα δ’ εἶναι τέτταρα, τὴν νοητὴν φύσιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, καὶ τὴν περὶ τὰ σώματα παθητικὴν καὶ μεταβλητήν· ἔτι δὲ τὴν ταυτοῦ καὶ τοῦ ἑτέρου, διὰ τὸ κἀκείνων ἑκατέραν μετέχειν ἑτερότητος καὶ ταυτότητος. Ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι, μηδ’ εἶναί γεννητήν, πλείονας δὲ δυνάμεις ἔχειν, εἰς ἃς ἀναλύοντα θεωρίας ἕνεκα τὴν οὐσίαν αὐτῆς, λόγῳ τὸν Πλάτωνα γινομένην ὑποτίθεσθαι καὶ συγκεραννυμένην· τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον, ἐπίστασθαι μὲν ἀΐδιον ὄντα καὶ ἀγέννητον, τὸ δὲ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μηδὲ τῶν γεννητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις, ταύτην τὴν ὁδὸν τραπέσθαι. 5. Εἰρηκότος δὲ τοῦ Πλάτωνος· ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων, ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα ξυνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ϛ′ καὶ ν′ καὶ σ′ πρὸς γ′ καὶ μ′ καὶ σ′, διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν. Ἔδει μὲν γὰρ ἐφεξῆς ἐπόγδοα γίνεσθαι δύο· τῆς δὲ ἑξάδος οὔτ’ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴτε τέμνοιτο, κερματιζομένων εἰς μόρια τῶν μονάδων, δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης, αὐτὸ τὸ πρᾶγμα τὸν πολυπλασιασμὸν ὑπηγόρευσεν, ὥσπερ ἐν ἁρμονικῇ μεταβολῇ τοῦ διαγράμματος ὅλου συνεπιτεινομένου τῷ πρώτῳ τῶν ἀριθμῶν. Ὁ μὲν οὖν Εὔδωρος ἐπακολουθήσας Κράντορι, πρῶτον ἔλαβε τὸν τπδ′, ὅς γίνεται τοῦ ἓξ ἐπὶ τὰ ξδ′ πολλαπλασιασθέντος.