πάντα οὖν, ὦ Τάτ, τὰ ἐπὶ γῆς ἀληθ῀Η μὲν οὐκ ἔστι· τῆς δὲ ἀληθείας μιμήματα [καὶ] οὐ πάντα, ὀλίγα δέ. [ταῦτα] ⟨τὰ δὲ⟩ ἄλλα ψεῦδος καὶ πλάνος, ὦ Τάτ, [καὶ δόξαι,] ⟨ἐκ⟩ φαντασίας [καθάπερ εἰκόνες συνεστῶτα. ὅταν δ᾽ ἄνωθεν τὴν ἐπίρροιαν ἔχῃ ἡ φαντασία, τῆς ἀληθείας γίγνεται μίμησις. χωρὶς δὲ τῆς ἄνωθεν ἐνεργείας, ψεῦδος καταλείπεται· καθάπερ καὶ ἡ εἰκὼν [[τὸ [[μὲν]] σῶμα]] ⟨ἡ ἐν⟩ τ῀ιΗ γραφ῀ιΗ δείκνυσι ⟨⟨μὲν⟩⟩ [[αὐτὴ δὲ οὐκ ἔστι σῶμα]] κατὰ [τὴν] φαντασίαν ⟨⟨τὸ σῶμα⟩⟩ τοῦ ὁρωμένου, ⟨⟨αὐτὴ δὲ οὐκ ἔστι σῶμα.⟩⟩ καὶ ὀφθαλμοὺς μὲν ὁρᾶται ἔχουσα, βλέπει δὲ οὐδέν· ⟨καὶ ὦτα,⟩ ἀκούει δὲ οὐδὲν ὅλῶς· καὶ τὰ ἄλλα πάντα ἔχει μὲν ἡ γραφή, ψευδῆ δέ [ἐστι], τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατῶντα, τῶν μὲν δοκούντων ἀληθ῀Η ὁρᾶν, τῶν δὲ ὡς ἀληθῶς ὄντων ψευδῶν.