Περὶ ἀληθείας, ὦ Τάτ, οὐκ ἔστι δυνατὸν ⟨κατ᾽ ἀξίαν εἰπεῖν⟩ ἄνθρωπον ὄντα, ζῷον ἀτελές, ἐξ ἀτελῶν συγκείμενον μερῶν, καὶ ἐξ ἀλλοτρίων σωμάτων καὶ πολλῶν τὸ σκῆνος ⟨ἔχοντα⟩ συνεστός [τολμήσαντα εἰπεῖν]· ὃ δέ ἐστι δυνατόν [ἢ δίκαιον], τοῦτο φημί, ἀλήθειαν εἶναι ἐν μόνοις τοῖς ἀιδίοις [σώμασιν] ⟨...⟩ ⎡ων⎤. καὶ τὰ ⟨ἀίδια⟩ σώματα αὐτὰ ⟨μὲν καθ᾽ αὑτὰ⟩ ἀληθῆ ἐστι, πῦρ αὐτόπυρ [μόνον καὶ οὐδὲν ἄλλο], γῆ αὐτόγη [καὶ οὐδὲν ἄλλο], ἀὴρ αὐτοάηρ, ὕδωρ αὐτοΰδωρ [καὶ οὐδὲν ἄλλο]. τὰ δὲ ἡμέτερα σώματα ἐκ πάντων τούτων συνέστηκεν· ἔχει μὲν γάρ ⟨τι⟩ πυρός, ἔχει δὲ καὶ γῆς [ἔχει] καὶ ὕδατος καὶ ἀέρος· καὶ οὔτε πῦρ ἐστιν ⟨ἐν αὐτοῖς ἀληθὲς⟩ οὔτε γῆ οὔτε ὕδωρ οὔτε ἀήρ, οὔτε οὐδὲν ἀληθές. εἰ δὲ μὴ τὴν ἀρχὴν ἡ σύστασις ἡμῶν ἔσχε τὴν ἀλήθειαν, πῶς ἂν δύναιτο ἀλήθειαν ἢ ἰδεῖν ἢ εἰπεῖν; [νοῆσαι δὲ ⟨δυνατὸν⟩ μόνον ἐὰν ὁ θεὸς θέλῃ.]