<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1"><div type="textpart" subtype="excerpt" n="24"><div type="textpart" subtype="section" n="7"><p rend="indent">Καλῶς,εἶπεν Ὧρος, [ἅπαντα] ⟨ταῦτά⟩ μοι ⟨ἐξήπλωσας⟩, ὦ τεκοῦσα· πῶς δὲ εὐγενεῖς γίγνονται ψυχαί, οὐδέπω μοι διηγήσω.— [Πῶς γίγνονται εὐγενεῖς ψυχαί.] Ὃν τρόπον ἐπὶ γῆς, ὦ τέκνον Ὧ ρε, εἰσί τινες πολιτεῖαι διαφέρουσαι ἀλλήλων, οὕτως καὶ ἐπὶ τῶν ψυχῶν ἐστι. καὶ αὗται γὰρ τόπους ἔχουσιν ὅθεν ὡρμῶσι, καὶ ἡ ἀπὸ τοῦ ἐνδοξοτέρου τόπου ὡρμηκυῖα εὐγενεστέρα ἐστὶ τῆς μὴ οὕτως ἐχούσης. ὅνπερ γὰρ τρόπον ἐΝ ἀνθρώποις ὁ ἐλεύθερος εὐγενέστερος εἶναι δοκεῖ δούλου,—τὸ γὰρ [[ἐν ταῖς ψυχαῖς]] ὑπερέχον καὶ βασιλικὸν δουλοποιεῖ⟨ται⟩ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης,οὔταω δή, ὦ τέκνον, καὶ ⟨⟨ἐν ταῖς ψυχαῖς⟩⟩ ⟨ἔχει⟩.— </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">⟨Πῶς ὦ τεκοῦσα⟩, ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί;—[Πῶς ἀρρενικαὶ καὶ θηλυκαὶ γίγνονται ψυχαί.] Αἱ ψυχαί, ὦ τέκνον Ὧρε, ὁμοφυεῖς εἰσιν ἑαυταῖς, καθάπερ ἐξ ἑνὸς οὗσαι χωρίου, ἐν ᾧ αὐτὰς διετύπωσεΝ ὁ δημιουργός, καὶ οὔτε εἰσὶν ἄρρενες οὔτε θήλειαι. ἡ γὰρ τοιαύτη [διάθεσις] ⟨⟨διαφορὰ⟩⟩ ἐπὶ σωμάτων γίγνεται, καὶ οὐκ ἐπὶ <pb facs="ScottHermeticaVolOne_0503"/> ἀσωμάτων. </p></div></div></div></body></text></TEI>