<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1"><div type="textpart" subtype="excerpt" n="24"><div type="textpart" subtype="section" n="3"><p>καὶ ὁ [μὲν] ⟨ἐπὶ γῆς⟩ βασιλεὺς τῶν μὲν [ἄλλων θεῶν] ⟨δ᾽ ἀρχόντων⟩ ἐστὶν ἔσχατος, πρῶτος δὲ ἀνθρώπων. καὶ μέχρις ὅτου ἐπὶ γῆς ἐστι, τῆς μὲν ἀληθοῦς θε[ι]ότητος ἀπήλλακται, ἔχει δὲ ἐξαίρετόν τι παρ⟨ὰ τοὺς ἄλλους⟩ ἀνθρώποΥς, ὃ ὅμοιόν ἐστι τῷ θεῷ· ἡ γὰρ εἰς αὐτὸν καταπεμπομένη ψυχή [ἐξ ἐκείνου] ἐστι⟨ν ἐκ⟩ [τοῦ] χωρίου ὃ ὑπεράνω κεῖται ἐκείνων ἀφ᾽ ὧν εἰς τοὺς ἄλλους καταπέμπονται ἀνθρώπους. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">καταπέμπονται δὲ ἐκεῖθεν εἰς τὸ βασιλεύειν διὰ δύο ταῦτα αἱ ψυχαί, ὦ τέκνον· αἱ ⟨μὲν⟩ [γὰρ] καλῶς καὶ ἀμέμπτως δραμοῦσαι τὸν ἴδιον ἀΓῶνα, καὶ μέλλουσαι ἀποθεοῦσθαι, ἵνα κἀν τῷ βασιλεύειν ⟨εἰς⟩ τὴν τῶν θεῶν προγυμνασθῶσιν ἐξουσίαν· αἱ ⟨δέ⟩, θεῖαί τινες ἤδη οὖσαι, καὶ ἐΝ μικρῷ τινι παραθεμιστεύσασαι τὸν [ἐν] θε⟨ῖ⟩ον γνώμονα, ἵνα [μὴ] κόλασιν μὲν ἐν τῷ ⟨ἐν⟩σεσωματίσθαι ὑπομένωσι [δι᾽ ἀδοξίαν καὶ φύσιν], μηθὲν ⟨δὲ⟩ ὅμοιον ταῖς ἄλλαις πάσχωσιν [ένσαωματισθεσαι], ἀλλ᾽ ὅπερ ⟨προ⟩εῖχον λελυμέναι, τοῦτο καὶ δεθεῖσαι ⟨προ⟩έχωσιν. </p></div></div></div></body></text></TEI>