<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1"><div type="textpart" subtype="excerpt" n="24"><div type="textpart" subtype="section" n="1"><p rend="indent">Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον ἐπεράτα.καὶ εἶπεν Ὧρος· Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω πῶς γίγνονται βασιλικαὶ ψυχαί.—καὶ εἶπεν Ἶσις· Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. [ἐπεὶ γὰρ] τόποι τέσσαρές εἰσιν ἐν τῷ παντί, οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ ⟨βασιλικῇ⟩ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ⟨ὁ⟩ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ [ἱερωτάτη] γῆ. καὶ ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει <pb facs="ScottHermeticaVolOne_0499"/> μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὦν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ [δὲ μόναι], ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι [καὶ τὰ λοιπὰ ζῷα], ὦν ἄρχει ὁ ⟨ἀεὶ⟩ [[κατὰ καιρὸν]] βασιλεύς· γεννῶσι γάρ ⟨⟨κατὰ καιρόν⟩⟩, ὦ τέκνον, [βασιλεῖς] ⟨ἄνθρωπον⟩ οἱ θεοὶ ἐπάξιοΝ τῆς ἐπιγείου (ἡ⟩γ⟨εμ⟩ονίας. </p></div><div type="textpart" subtype="section" n="2"><p>καί εἰσιν οἱ ⟨ἄλλοι⟩ ἄρχοντες τοῦ ⟨ἐν οὐρανῷ⟩ βασιλέως ἀπόρροιαι· ὧν ὁ μᾶλλον ἐκείνῳ πλησίον, οὗτος καὶ τῶν ἄλλων βασιλικώτερο. ὁ μὲν γὰρ ἥλιος, καθὸ ἔγγιόν ἐστι τοῦ θεοῦ, τῆς σελήνης ἐϲτὶ μείζων καὶ δυναμικώτερος· [ᾧ δευτερεύει ἡ σελήνη καὶ κατὰ τάξιν καὶ κατὰ δύναμιν·] ⟨ἡ δὲ σελήνη....⟩ </p></div></div></div></body></text></TEI>