[οὗτοι πρῶτοι δείξαντες δικαστήρια] [[ εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.]] οὗτοι, δεξιᾶς καὶ πίστεως ἀρχηγέτΗΝ [γενόμενοι καὶ] τὸν μέγιστον θεὸν Ὅρκον εἰσαγαγόντε⟨ς⟩ εἰς τὸν βίον, ⟨⟨εὐνομίας τὰ σύμπαντα καὶ δικαιοσύνης ἐπλήρωσαν.⟩⟩ οὗτοι, ⟨⟨τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες,⟩⟩ τοὺς παυσαμένους τοῦ ζῆν ὡς δέον ἐστὶ[ν] [[ἐδίδαξαν]] περιστέλλειν ⟨⟨ἐδίδαξαν⟩⟩· οὗτοι, τὸ τοῦ θανάτου ζητήσαντες αἴτιον, ἔγνωσον ὡς τοῦ ἔξωθεν ⟨⟨εἰς τὰ τῶν ἀνθρώπων πλάσματα⟩⟩ ⟨εἰσελθόντος⟩ πνεύματος φιλυποστρόφου τυγχάνοντος [[εἰς τὰ τῶν ἀνθρώπων πλάσματα]] ⎡ἐὰν ὑστερήσῃ ποτέ, ἀνάκτησιν οὑκ ἔχουσαν ἐργάζεται λ[ε]ιποθυμίας.⎤ οὗτοι, τὸ περιέχον ὃτι δαιμόνων ἐπληρώθη παρὰ Ἑρμοῦ μαθόντες, ⟨... ἐν⟩ κρυπταῖς στήλαις ἐχάραξαν. οὗτοι [μόνοι], τὰς κρυπτὰς νομοθεσίας τοῦ θεοῦ [παρὰ Ἑρμοῦ] μαθόντες, [τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων ἁπάντων εἰσηγηταὶ] τοῖς ἀνθρώποις ἐγένοντο [καὶ νομοθέται. [[οὗτοι, παρ᾽ Ἑρμοῦ μαθόντες ὡς τὰ κάτω συμπαθεῖν τοῖς ἄνω ὑπὸ τοῦ δημιουργοῦ διετάγη, τὰς προσκαθέτους τοῖς ἐν οὐρανῷ μυστηρίοις ἱεροποιίας ἀνέστησαν ἐν γῇ.]] οὗτοι [[τὸ φθόριμον τῶν σωμάτων ἐπιγνόντες]] τὸ ⎡ἐν ἅπασι τέλειον⎤ τῶν προφητῶν ἐτεχνάσαντο, [ὡς μήποτε ὁ μέλλων θεοῖς προσάγειν χεῖρας προφήτης ἀγνοῇ τι τῶν ⟨δε⟩ὀντων,] ἵνα φιλοσοφίᾳ μὲν [καὶ μαγείᾳ] ⟨τὴν⟩ ψυχὴν τρέφῃ, σώζῃ δ᾽ [[ὅταν τι πάσχῃ]] ἰατρικῇ ⟨τὸ⟩ σῶμα ⟨⟨ὅταν τι πάσχῃ⟩⟩.