<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg020.1st1K-grc1"><div type="textpart" subtype="excerpt" n="23"><div type="textpart" subtype="section" n="63"><p>καὶ οὕτως ἐπαύσατο τῆς ἐντυχίας τὰ στοιχεῖα [[τοῦ δεσπότου κελεύσαντος]] καὶ ἐχεμυθίαν εἶχεν· καὶ ⟨⟨τοῦ δεσπότου κελεύσαντος⟩⟩ ἕκαστον αὐτῶν τῆς ἰδίας ἐξουσίας ἐκράτει [καὶ ἐδέσποζε].—</p></div><div type="textpart" subtype="section" n="64"><p rend="indent">καὶ ἐκ τούτου εἶπεν Ὧρος· Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ; —καὶ εἶπεν Ἶσις· Παραιτοῦμαι [[γένεσιν ἱστορεῖν]] [[οὐ γὰρ θεμιτὸν]] σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς Ὧρε· ⟨⟨οὐ γὰρ θεμιτὸν⟩⟩ [ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ⟨δι⟩έλθῃ γένεσις] θεῶν ⟨⟨γένεσιν ἱστορεῖν⟩⟩· πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάντων [κοσμοποιητὴς καὶ] τεχνίτης, τ῀ιΗ ⟨γῇ⟩ τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα <pb facs="ScottHermeticaVolOne_0495"/> Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῶν πάντων δεομένῳ ⟨τῷ⟩ κόσμῳ βοηθοὶ γένωνται.</p></div></div></div></body></text></TEI>