ἐντεῦθεν, κύριε, ⟨ἐπεὶ⟩ [καὶ] τοὺς οὐκ ἀξίους ἀναγκάζομαι χωρεῖν, χωρῆσαι θέλω μεθ᾽ ὧν φέρω πάντων καὶ θεόν. ⟨μέχρι πότε⟩ ⟨⟨ὁ ἐπιχθόνιός σου κόσμος, ⟨θνητῶν⟩ πεπληρωμένος, θεὸν οὐκ ἔχει;⟩⟩ χάρισαι τῇ γῇ, κἂν [οὐ] ⟨μὴ⟩ σεαυτόν, οὐ γὰρ σὲ χωρεῖν ὑπομένω, ⟨ἀλλὰ⟩ σαυτοῦ ⟨γέ⟩ τινα ἱερὰν ἀπόρροιαν. [[στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν μετεποίησαν.]] [μόνῃ γὰρ αὐχεῖν τῶν ἀπὸ σοῦ πρέπει τὰ πάντα παρεχούσῃ.] τοσαῦτα μὲν τὰ στοιχεῖα εἶπεν· ὁ δὲ θεός, ἱερᾶς [ἐν τῷ λέγειν] φωνῆς τὰ σύμπαντα πληρώσας, Πορεύεσθε, εἶπεν, ἱερὰ καὶ μεγάλου πατρὸς ἄξια τέκνα, καὶ κατὰ μηδένα τρόπον νεωτερίζειν ἐπιχειρεῖτε, μηδὲ ἀργὸν τῆς ἐξ ὙΜῶν ὑπηρεσίας τὸν σύμπαντά μου κόσμον καταλείπετε. ἑτέρα γὰρ ἐν ὑμῖν τις ἤδη ⟨κατοικήσει⟩ τῆς ἐμῆς ἀπόρροια φύσεως, ὃς δὴ καὶ ὅσιος ἔσται τῶν πραττομένων ἐπόπτης, καὶ ζώντων μὲν κριτὴς ἀμεθόδευτος, φρικτὸς δ⟨ὲ⟩ [οὐ μόνον ἀλλὰ καὶ τιμωρὸς] τῶν ὑπὸ γῆν τύραννος· [καὶ] ἑκάστῳ δὲ τῶν ἀνθρώπων ἀκολουθήσει ⎡διὰ γένους⎤ μισθὸς ἐπάξιος.