γῆ παρῆν περίλυπος ἑξῆς, καὶ ⎡τάξομαι τῆς ἀπὸ τῶν 25 λόγων⎤, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· Βασιλεῦ καὶ ⟨⟨πάτερ⟩⟩, τῶν οὐρανίων πρύτανι [καὶ δέσποτα] ἁψίδων, ⟨καὶ⟩ στοιχείων ἡμῶν ἡγεμὼν [[πάτερ]] τῶν σοι παρεστώτων, ἐξ ὧν [αὐξήσεως καὶ μειώσεως] ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει· [ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος] [[ἀπ’ ἀνθρώπων ἐπ᾽ ἐμὲ χορὸς ἔπεστι]] [χωρῶ δ᾽ ἐγὼ καὶ φύσιν πάντων] ⟨⟨στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν [μετ]ἐποίησαϲ·⟩⟩ αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ [τὰ φονευθέντα] δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη· [ὁ ἐπὶ πάντων] [[ὁ ἐπιχθόνιός σου κόσμος πεπληρωμένος θεὸν οὐκ ἔχει]] ⟨⟨... ἀπ᾽ ἀνθρώπων ἐπ᾽ ἐμὲ ⎡χορὸς⎤ ἐπέστΗ⟩⟩. πάντα γάρ, ὃ φοβηθῶσιν οὐκ ἔχοντες, παρανομοῦσι· καὶ κατ᾽ ἐμῶν, ὦ κύριε, ⎡τενόντων⎤ ⟨πεδίων⟩ πάσῃ πονηρᾷ τέχνῃ ⟨φονευόμενοι⟩ καταπίπτουσι, καταβρέχομαι δὲ πᾶσα διαφθειρομένω⟨ν⟩ σωμάτων χυλοῖς.