ὁ δὲ ἀήρ Καὶ αὐτὸς θολοῦμαι, δέσποτα, ἔλεγε, [καὶ] ἀπὸ ⟨τῆς ἐκ⟩ τῶν νεκρῶν [σωμάτων] ἀναθυμιάσεως, νοσώδης τέ εἰμι, καὶ ⟨⟨οὐκέτι⟩⟩ ὑγιεινός [[οὐκέτι]]· ἐφορῶ τε ἄνωθεν οἷα μῊ θέμις ὁρᾶν. ὕδωρ ἑξῆς, ὦ παῖ μεγαλόψυχε, τὴν τοῦ λέγειν εἶχεν ἐξουσίαν, καὶ ἔλεγεν οὕτως· Πάτερ [καὶ θαυμαστὲ ποιητὰ πάντων] αὐτογόνε [δαῖμον] καὶ τῆς διὰ σὲ πάντα γεννώσης ποιητὰ φύσεως, ἤδη ποτὲ [ὦ δαῖμον] [[ἀεὶ]] ῥεῖθρα [ποταμῶν] ⟨τἀμὰ⟩ καθαρὰ πρόσταξον εἶναι· [ἢ] ⟨⟨ἀεὶ⟩⟩ γὰρ ἀπολούουσι ποταμοὶ καὶ θάλασσαι τοὺς φονεύσαντας [ἢ] ⟨καὶ⟩ δέχονται τοὺς φονευθέντας.