ἀλλὰ δὴ ὁρῷ τινα τῶν τεχνιτῶν [καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας], εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, [ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον] [καὶ τὴν τῆς νευρᾶς θεραπείαν] ⟨τὴν λύραν⟩ δι᾽ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένοΥ οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ ⟨ὡς⟩ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρπόν, τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ [ἡ] νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, ⟨...⟩ [τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς ⟨...⟩ τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ, κοίτης εὐδοκιμήσεως πάρεσχε τὴν χάριν.] ἀΝτὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος, [καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν,] τὸν κιθαρῳδὸν δὲ [τῇ τῆς νευρᾶς ἰάσει] τῆς λύπης παυσάμενον τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν. οὕτως οὖν καὶ αὐτὸς αἰσθάνομαι πάσχειν, ὦ τιμιώτατοι. ἄρτι μὲν γὰρ τὴν ἀσθένειαν καθωμολόγΗϲα [[ἔοικα]], [καὶ πρὸ βραχέος ἀρρώστως διακεῖσθαι,] ἐν δυνάμει δὲ τοῦ κρείττονος ὥσπερ ἀναπληρωθείσης τῆς [περὶ τὸν βασιλέα] μελῳδίας ⟨προστηνῶς⟩ ⟨⟨ἔοικα⟩⟩ μουσουργ⟨ήσ⟩ειν. τοιγάρτοι τὸ πέρας τῆς ⎡ὠφελείας⎤ἐστ[α]ὶ βασιλέων εὔκλεια, καὶ ⟨⟨ἐκ⟩⟩ τῶν [[ἐξ]] ἐκείνων τροπαίων ἡ τοῦ λόγου προθυμία. ἄγε δὴ ἴωμεν· τοῦτο γὰρ [[ὁ μουσουργὸς]] ⟨ὁ θεὸς⟩ βούλεται· [ἄγε δὴ σπεύσωμεν· τοῦτο γὰρ ὁ μουσουργὸς θέλει,] [καὶ πρὸς τοῦτο τὴν λύραν ἥρμοσται·] καὶ ⟨⟨ὁ μουσουργὸς⟩⟩ λιγυρώτερον μελῳδήσει, [καὶ προσηνέστερα μουσουργήσει,] ὅσῳπερ τὰ τῆς ὑποθήκης μείζονα [τὴν ᾠδὴν] ἔχει. ἐπειδὴ οὖν εἰς βασιλέας αὐτῷ μάλιστα τὰ τῆς λύρας ἐνήρμοσται, καὶ τῶν ἐγκωμίων τὸν τόνον ἔχει, [καὶ τὸν σκοπὸν εἰς βασιλικοὺς ἐπαίνους,] διήγειρε πρῶτον ἑαυτὸν εἰς τὸν ὕπατον βασιλέα τῶν ὅλων [ἀγαθὸν θεόν], καὶ [ὑψόθεν ἀρξάμενος τῆς ᾠδῆς] δευτέρᾳ τάξει πρὸς τοὺς κατ᾽ εἰκόνα ἐκείι ου τὴν σκηπτουχίαν ἔχοντας καταβαίνει· ἐπειδὴ καὶ αὐτοῖς τοῖς βασιλεῦσι φίλον τὸ ὕψοθεν κατὰ βαθμὸν τὰ τῆς ᾠδῆς καθήκειν, καὶ ὅθενπερ αὐτοῖς τὰ τῆς νίκης πεπρυτάνευται, ἐκεῖθεν καὶ τὰ τῶν ⎡ἐλπίδων⎤ κατ᾽ ἀκολουθίαν παράγεσθαι. ἡκέτω τοίνυν ὁ μουσουργὸς πρὸς τὸν μέγιστον βασιλέα [τῶν ὅλων θεόν], ὃς ἀθάνατος μέν ἐστι [διὰ παντὸς] [ἀίδιός τε] καὶ ἐξ ἀιδίου τὸ κράτος ἔχων, καλλίνικος ⟨δὲ⟩ πρῶτος, ἀφ᾽ οὗ πᾶσαι αἱ νῖκαι εἰς τοῪ⟨ς⟩ ἑξῆς φέρονται [διαδεξάμενοι τὴν νίκην].