<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1286.tlg018.1st1K-grc1"><div type="textpart" subtype="section" n="15x"><p rend="indent">⟨⟨οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν· ἀλλὰ δὴ καταβαίνομεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ᾽ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ [ἀπὸ τῶν βασιλέων ἀρξαμένους καὶ] ἀπὸ τούτων ἀσκουμένους [[καὶ]] ἤδη ⟨⟨καὶ⟩⟩ συνεθίζειν ἑαυτοὺς [εἰς ἐγκώμια] καὶ ⟨γ⟩υμν⟨άζ⟩ειν ⟨εἰς⟩ τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν. [καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν] [ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία.]⟩⟩</p></div><div type="textpart" subtype="section" n="10"><p>ἐπὶ ⟨τοὺς τούτων⟩ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνει ὁ λόγος <pb facs="ScottHermeticaVolOne_0283"/> [[ἐπείγεται]], καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις ⟨⟨ἐπείγεται⟩⟩ βασιλέας, οἷς [πάλαι] μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος [θεοῦ] κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις [ἀρρωστίας] ⟨ἀριστείας⟩ προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, [οἷς οὐ τὸ βασιλεύειν μόνον ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται,] οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον. </p></div><div type="textpart" subtype="section" n="16x"><p>⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨...⟩, καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν].⟩⟩</p></div><div type="textpart" subtype="section" n="14bx"><p rend="indent">⟨⟨οὐκ ἔστιν οὖν ⟨τοῖς⟩ ἐκεῖσε πρὸς ἀλλήλους διαφορά, [οὐκ ἔστι τὸ ἀλλοπρόσαλλον ἐκεῖσε,] ἀλλὰ πάντες ἓν φρονοῦσι⟨ν⟩, [μία δὲ πάντων πρόγνωσις,] εἷς αὐτοῖς νοῦς [ὁ πατήρ], μία αἴσθησις [δι᾽ αὐτῶν ἐργαζομένη]· τὸ ⟨γὰρ⟩ εἰς ἀλλήλους φίλτρον ἔρως ὁ αὐτός, μίαν ἐργαζόμενος ἁρμονίαν τῶν πάντων.⟩⟩ </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">[περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως.]</p><p rend="indent">ἀλλὰ σπεύδει ὁ ⎡λόγος⎤ εἰς τὰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος [ἔπειτα δὲ καὶ τῶν <pb facs="ScottHermeticaVolOne_0285"/> θειοτάτων βασιλέων τῶν εἰρήνην ἡμῖν βραβευ όντων] περατῶσαι τὸν λόγον. [ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος [καὶ τῆς ἄνω δυνάμεως] ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας.] καὶ ⟨γὰρ⟩ ὥσπερ ὁ ἥλιος, τρόφιμος ὢν πάντων τῶν βλαστημάτων, αὐτὸς [πρῶτος ἀνασχὼν] τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται, χερσὶ μεγίσταις [ὥσπερ] [εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος] ταῖς ἀκτῖσι [καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες] τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα [πρῶτον] ἀποδρεπόμει οϲ, οὕτω δὴ καὶ ἡμῖν, [ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ] τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις [καὶ ταύτην] εἰς τὰ [ἡμέτερα] τῶν ψυχῶν [ὑπερ]οὐράνια φυτά, καταχρωμένοις πάλιν εἰς αὐτὸ⟨ν⟩ [γυμναστέον τὰ τῆς εὐφημίας] [ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει] τὴν βλάστην ἅπασαν ⟨...⟩. </p></div></div></body></text></TEI>