⟨⟨οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν· ἀλλὰ δὴ καταβαίνομεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ᾽ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ [ἀπὸ τῶν βασιλέων ἀρξαμένους καὶ] ἀπὸ τούτων ἀσκουμένους [[καὶ]] ἤδη ⟨⟨καὶ⟩⟩ συνεθίζειν ἑαυτοὺς [εἰς ἐγκώμια] καὶ ⟨γ⟩υμν⟨άζ⟩ειν ⟨εἰς⟩ τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν. [καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν] [ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία.]⟩⟩ ἐπὶ ⟨τοὺς τούτων⟩ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνει ὁ λόγος [[ἐπείγεται]], καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις ⟨⟨ἐπείγεται⟩⟩ βασιλέας, οἷς [πάλαι] μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος [θεοῦ] κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις [ἀρρωστίας] ⟨ἀριστείας⟩ προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, [οἷς οὐ τὸ βασιλεύειν μόνον ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται,] οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον. ⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨...⟩, καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν].⟩⟩ ⟨⟨οὐκ ἔστιν οὖν ⟨τοῖς⟩ ἐκεῖσε πρὸς ἀλλήλους διαφορά, [οὐκ ἔστι τὸ ἀλλοπρόσαλλον ἐκεῖσε,] ἀλλὰ πάντες ἓν φρονοῦσι⟨ν⟩, [μία δὲ πάντων πρόγνωσις,] εἷς αὐτοῖς νοῦς [ὁ πατήρ], μία αἴσθησις [δι᾽ αὐτῶν ἐργαζομένη]· τὸ ⟨γὰρ⟩ εἰς ἀλλήλους φίλτρον ἔρως ὁ αὐτός, μίαν ἐργαζόμενος ἁρμονίαν τῶν πάντων.⟩⟩ [περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως.] ἀλλὰ σπεύδει ὁ ⎡λόγος⎤ εἰς τὰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος [ἔπειτα δὲ καὶ τῶν θειοτάτων βασιλέων τῶν εἰρήνην ἡμῖν βραβευ όντων] περατῶσαι τὸν λόγον. [ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος [καὶ τῆς ἄνω δυνάμεως] ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας.] καὶ ⟨γὰρ⟩ ὥσπερ ὁ ἥλιος, τρόφιμος ὢν πάντων τῶν βλαστημάτων, αὐτὸς [πρῶτος ἀνασχὼν] τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται, χερσὶ μεγίσταις [ὥσπερ] [εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος] ταῖς ἀκτῖσι [καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες] τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα [πρῶτον] ἀποδρεπόμει οϲ, οὕτω δὴ καὶ ἡμῖν, [ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ] τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις [καὶ ταύτην] εἰς τὰ [ἡμέτερα] τῶν ψυχῶν [ὑπερ]οὐράνια φυτά, καταχρωμένοις πάλιν εἰς αὐτὸ⟨ν⟩ [γυμναστέον τὰ τῆς εὐφημίας] [ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει] τὴν βλάστην ἅπασαν ⟨...⟩.