θεῷ μὲν ⟨οὖν⟩, [πανακηράτῳ καὶ] ⟨τῷ⟩ πατρὶ τῶν ἡμετέρων ψυχῶν, πρὸς μυρίων στομάτων καὶ φωνῶν τὴν εὐφημίαν ἀναφέρεσθαι πρέπει, κἂΝ εἰ μὴ [τὸ] πρὸς ἀξίαν ἔστιν εἰπεῖν, ἐφαμίλλους οὐκ ὄντας τῷ λέγειν. οὐδὲ γὰρ οἱ ἀρτιγενεῖς ὄντες τὸν πατέρα πρὸς ἀξίαν ὑμνεῖν ἔχουσι, τὰ δὲ κατὰ δύναμιν αὐτοῖς πρεπόντως ἀποδιδόασι [καὶ συγγνώμην ἔχουσιν] [ἐνταῦθα]. μᾶλλον δὲ αὐτὸ τοῦτο εὔκλεια τῷ θεῷ, τὸ μείζονα αὐτὸν εἶναι ⟨τοῦ⟩ τῶν ἑαυτοῦ γεννημάτων ⟨ἐπαίνου⟩· καὶ τὰ προοίμια [καὶ τὴν χάριν] καὶ μέσ[οτητ]α καὶ τέλος τῶν εὐφημιῶν τὸ ὁμολογεῖν τὸν πατέρα ἀπειροδύναμον ⟨εἶναι⟩ καὶ⎡ἀπειροτέρμονα⎤. [οὑτωσὶ δὲ καὶ τὰ βασιλέως] [φύσει γὰρ ἡμῖν τοῖς ἀνθρώποις, ὥσπερ ἐκγόνοις [ἀπ᾽] ἐκείνου τυγχάνουσι, τὰ τῆς εὐφημίας ἔνεστιν.] αἰτητέον δὲ τὰ τῆς συγγνώμης, εἰ καὶ τὰ μάλιστα ταῦτα πρὸ τῆς αἰτήσεως παρὰ τοῦ πατρὸς ⟨τὰ τέκνα⟩ τυγχάνει· ⟨⟨καὶ⟩⟩ ὥσπερ [[καὶ]] τοὺς [ἀρτιτόκους καὶ] ἀρτιγενεῖς ⟨εἰκός⟩ ⟨⟨ἐστι⟨ν⟩⟩⟩ οὐχ ὅπως [[ἐστὶ]] τῆς ἀδνναμίαςς ⟨χάριν⟩ ἀποστρέφεσθαι τὸν πατέρα, ἀλλὰ καὶ χαίρειν ἐπὶ τῆς ἐπιγνώσεως, οὕτω[σι δὲ] καὶ ⟨ἡμᾶς...⟩. ⎡ἡ γνῶσις τοῦ παντὸς ἥπερ ζωὴν πᾶσι πρυτανεύει⎤ ⎡καὶ τὴν εἰς θεὸν εὐφημίαν ἣν ἡμῖν ἐδωρήσατο.⎤ ὁ θεὸς γάρ, ἀγαθὸς ὑπάρχων [καὶ ἀειφεγγής], καὶ ἐν ⟨ἑ⟩αυτῷ [διὰ παντὸς] τῆς οἰκείας ἀριπρεπείας ἔχων τὸ πέρας, ἀθάνατος δὲ ὤν, καὶ [ἐν ἑαυτῷ] τὴν ἀτελεύτητον λῆξιν [περιέχων] [καὶ διὰ παντὸς] [[ἀένναος]] ἀπὸ τῆς [ἐκεῖσε] ⟨⟨ἀεν[ν]άοΥ⟩⟩ ἐνεργείας καὶ εἰς τόνδε τὸν κόσμον παρέχων, ⎡τὴν ἐπαγγελίαν εἰς διασωστικὴν εὐφημίαν⎤ ⟨... ⟩. [[οὐκ ἔστιν οὖν... ἁρμονίαν τῶν πάντων.]] Vide ante § 11. [[οὕτω μὲν δὴ... βασιλέας εὐφημία.]] Vide post §9.